12. Περὶ Κάλχου

(Ου)

(1) Λέγεται δὲ καὶ Κίρκης, πρὸς ἣν Ὀδυσσεὺς ἦλθε, Δαύνιόν τινα Κάλχον ἐρασθέντα τήν τε βασιλείαν ἐπιτρέπειν τὴν Δαυνίων αὐτῇ καὶ ἄλλα πολλὰ μειλίγματα παρέχεσθαι· τὴν δὲ ὑποκαομένην Ὀδυσσέως (τότε γὰρ ἐτύγχανε παρὼν) ἀποστυγεῖν τε αὐτὸν καὶ κωλύειν ἐπιβαίνειν τῆς νήσου.
(2) ἐπεὶ μέντοι οὐκ ἀνίει φοιτῶν καὶ διὰ στόμα ἔχων τὴν Κίρκην, μάλα ἀχθεσθεῖσα ὑπέρχεται αὐτόν, καὶ αὐτίκα εἰσκαλεσαμένη τράπεζαν αὐτῷ παντοδαπῆς θοίνης πλήσασα παρατίθησιν· ἦν δ᾿ ἄρα φαρμάκων ἀνάπλεω τὰ ἐδέσματα, φαγών τε ὁ Κάλχος εὐθέως παραπλὴξ γίνεται, καὶ αὐτὸν ἤλασεν ἐς συφεούς. ἐπεὶ μέντοι μετὰ χρόνον Δαύνιος στρατὸς ἐπῄει τῇ νήσῳ ζήτησιν ποιούμενος τοῦ Κάλχου, μεθίησιν αὐτόν, πρότερον ὁρκίοις καταδησαμένη, μὴ ἀφίξεσθαί ποτε εἰς τὴν νῆσον μήτε μνηστείας μήτε ἄλλου του χάριν.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου