17. Περὶ τῆς Περιάνδρου μητρός


(1) Λέγεται δὲ καὶ Περίανδρον τὸν Κορίνθιον τὴν μὲν ἀρχὴν ἐπιεικῆ τε καὶ πρᾶον εἶναι, ὕστερον δὲ φονικώτατον γενέσθαι δι᾿ αἰτίαν τήνδε. ἡ μήτηρ αὐτοῦ κομιδῇ νέου πολλῷ [πόθῳ] κατείχετο, καὶ τέως [μὲν] ἀνεπίμπλατο τῆς ἐπιθυμίας περιπλεκομένη τῷ παιδί· προϊόντος δὲ τοῦ χρόνου τὸ πάθος ἐπὶ μεῖζον ηὔξετο, καὶ κατέχειν τὴν νόσον οὐκέτι οἵα τε ἦν, ἕως ἀποτολμήσασα προσφέρει λόγους τῷ παιδὶ ὡς αὐτοῦ γυνή τις ἐρῴη τῶν πάνυ καλῶν, παρεκάλει τε αὐτὸν μὴ περιορᾶν αὐτὴν περαιτέρω καταξαινομένην.
(2) ὁ δὲ τὸ μὲν πρῶτον οὐκ ἔφη φθερεῖν ἐζευγμένην γυναῖκα ὑπό τε νόμων καὶ ἐθῶν, λιπαρῶς δὲ προσκειμένης τῆς μητρὸς συγκατατίθεται. κἀπειδὴ νὺξ ἐπῆλθεν, εἰς ἣν ἐτέτακτο τῷ παιδί, προυδήλωσεν αὐτῷ μήτε λύχνα φαίνειν ἐν τῷ θαλάμῳ, μήτε ἀνάγκην αὐτῇ ἐπάγειν πρὸς τὸ διαλεχθῆναί τι· ἐπιπροσθεῖσθαι γὰρ αὐτὴν ὑπ᾿ αἰδοῦς.
(3) καθομολογησαμένου δὲ τοῦ Περιάνδρου πάντα ποιήσειν κατὰ τὴν ὑφήγησιν τῆς μητρός, ὡς ὅτι κράτιστα αὑτὴν ἀσκήσασα εἰσέρχεται παρὰ τὸν παῖδα, καὶ πρὶν ἢ ὑποφαίνειν ἕω λαθραίως ἔξεισιν.
(4) τῇ δ᾿ ὑστεραίᾳ ἀναπυνθανομένης αὐτῆς εἰ κατὰ νοῦν αὐτῷ γένοιτο καὶ εἰ αὖτις θέλοι αὐτὴν παρ᾿ αὐτὸν ἀφικέσθαι, ὁ Περίανδρος σπουδάζειν τε ἔφη καὶ ἡσθῆναι οὐ μετρίως. ὡς δὲ [ἐκ] τούτου οὐκ ἀνίει φοιτῶσα πρὸς τὸν παῖδα καί τις [καὶ] ἔρως ὑπῄει τὸν Περίανδρον, ἤδη σπουδὴν ἐτίθετο γνωρίσαι τὴν ἄνθρωπον ἥτις ἦν.
(5) καὶ ἕως μέν τινος ἐδεῖτο τῆς μητρὸς ἐξικετεῦσαι ἐκείνην ὅπως τε εἰς λόγους αὐτῷ ἀφίκοιτο κἀπειδὴ εἰς πολὺν πόθον ἐπαγάγοιτο αὐτόν, δήλη ποτὲ γένοιτο· νυνὶ δὲ παντάπασι πρᾶγμα ἄγνωμον πάσχειν διὰ τὸ μὴ ἐφίεσθαι αὐτῷ καθορᾶν τὴν ἐκ πολλοῦ χρόνου συνοῦσαν αὐτῷ· ἐπεὶ δὲ ἡ μήτηρ ἀπεῖργεν αἰτιωμένη τὴν αἰσχύνην τῆς γυναικός, κελεύει τινὰ τῶν ἀμφ᾿ αὑτὸν οἰκετῶν λύχνα κατακρύψαι.
(6) τῆς δὲ κατὰ τὸ σύνηθες ἀφικομένης καὶ μελλούσης κατακλίνεσθαι, ἀναδραμὼν ὁ Περίανδρος ἀναίρει τὸ φῶς, καὶ κατιδὼν τὴν μητέρα ὥρμησεν ἐπὶ τὸ διεργάσασθαι αὐτήν· κατασχεθεὶς δὲ ὑπό τινος δαιμονίου φαντάσματος ἀπετράπετο, κἀκ τούτου παραπλὴξ ἦν νοῦ τε καὶ φρενῶν κατέσκηψέ τε εἰς ὠμότητα καὶ πολλοὺς ἀπέσφαξε τῶν πολιτῶν· ἡ δὲ μήτηρ πολλὰ κατολοφυραμένη τὸν ἑαυτῆς δαίμονα, ἀνεῖλεν ἑαυτήν.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου