20. Περὶ Αἰροῦς


(1) Λέγεται δὲ καὶ Οἰνοπίωνος καὶ Νύμφης Ἑλίκης Αἱρὼ κόρην γενέσθαι· ταύτης δὲ Ὠρίωνα τὸν Ὑριέως ἐρασθέντα παρ᾿ αὐτοῦ παραιτεῖσθαι τὴν κόρην, καὶ διὰ ταύτην τήν τε νῆσον ἐξημερῶσαι τότε θηρίων ἀνάπλεων οὖσαν, λείαν τε πολλὴν περιελαύνοντα τῶν προσχώρων ἕδνα διδόναι.
(2) τοῦ μέντοι Οἰνοπίωνος ἑκάστοτε ὑπερτιθεμένου τὸν γάμον διὰ τὸ ἀποστυγεῖν αὐτῷ γαμβρὸν τοιοῦτον γενέσθαι, ὑπὸ μέθης ἔκφρονα γενόμενον τὸν Ὠρίωνα κατᾶξαι τὸν θάλαμον, ἔνθα ἡ παῖς ἐκοιμᾶτο, καὶ βιαζόμενον ἐκκαῆναι τοὺς ὀφθαλμοὺς ὑπὸ τοῦ Οἰνοπίωνος.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου