31. Περὶ Διμοίτου

(Ἱστορεῖ Φύλαρχος) 

(1) Λέγεται δὲ καὶ Διμοίτην ἁρμόσασθαι μὲν Τροιζῆνος τἀδελφοῦ θυγατέρα Εὐῶπιν· αἰσθανόμενον δὲ συνοῦσαν αὐτὴν διὰ σφοδρὸν ἔρωτα τἀδελφῷ, δηλῶσαι τῷ Τροιζῆνι· τὴν δὲ διὰ [τὸ] δέος καὶ αἰσχύνην ἀναρτῆσαι αὑτήν, πολλὰ πρότερον λυγρὰ καταρασαμένην τῷ αἰτίῳ τῆς συμφορᾶς.
(2) ἔνθα δὴ τὸν Διμοίτην μετ᾿ οὐ πολὺν χρόνον ἐπιτυχεῖν γυναικὶ μάλα καλῇ τὴν ὄψιν ὑπὸ τῶν κυμάτων ἐκβεβλημένῃ καὶ αὐτῆς εἰς ἐπιθυμίαν ἐλθόντα συνεῖναι· ὡς δὲ ἤδη ἐνεδίδου τὸ σῶμα διὰ μῆκος χρόνου, χῶσαι αὐτῇ μέγαν τάφον, καὶ οὕτως μὴ ἀνιέμενον τοῦ πάθους ἐπικατασφάξαι αὑτόν.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου