34. Περὶ Κορύθου

(Ἱστορεῖ Ἑλλάνικος Τρωϊκῶν * * καὶ Κεφάλων ὁ Γεργίθιος)

(1) Ἐκ δὲ Οἰνώνης καὶ Ἀλεξάνδρου παῖς ἐγένετο Κόρυθος. οὗτος ἐπίκουρος ἀφικόμενος εἰς Ἴλιον Ἑλένης ἠράσθη, καὶ αὐτὸν ἐκείνη μάλα φιλοφρόνως ὑπεδέχετο· ἦν δὲ τὴν ἰδέαν κράτιστος· φωράσας δὲ αὐτὸν ὁ πατὴρ ἀνεῖλεν.
(2) Νίκανδρος μέντοι τὸν Κόρυθον οὐκ Οἰνώνης, ἀλλὰ Ἑλένης καὶ Ἀλεξάνδρου φησὶν γενέσθαι, λέγων ἐν τούτοις·
    ἠρία τ᾿ εἰν Ἀίδαο κατοιχομένου Κορύθοιο,
    ὅντε καὶ ἁρπακτοῖσιν ὑποδμηθεῖσ᾿ ὑμεναίοις
    Τυνδαρίς, αἴν᾿ ἀχέουσα, κακὸν γόνον ἤρατο βούτεω.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου